Platon, Eutifron (GRK) VV (v. Burnet. 1903).pdf

(409 KB) Pobierz
ÐëÜôùíïò Åõèýöñùí, Unicode, 1.0
]+[
ΠΗΓΗ: http://users.otenet.gr/∼aper/t2t.htm
Πλάτωνος Εὐθύφρων
(ed. John Burnet, 1903)
Εὐθύφρων
[2a] τί νεώτερον, ὦ Σώκρατες, γέγονεν, ὅτι σὺ τὰς ἐν Λυκείῳ καταλιπὼν διατριβὰς ἐνθάδε νῦν
διατρίβεις περὶ τὴν τοῦ βασιλέως στοάν; οὐ γάρ που καὶ σοί γε δίκη τις οὖσα τυγχάνει πρὸς τὸν βασιλέα
ὥσπερ ἐµοί.
Σωκράτης
οὔτοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύφρων, δίκην αὐτὴν καλοῦσιν ἀλλὰ γραφήν.
Εὐθύφρων
[2b] τί φῄς; γραφὴν σέ τις, ὡς ἔοικε, γέγραπται· οὐ γὰρ ἐκεῖνό γε καταγνώσοµαι, ὡς σὺ ἕτερον.
Σωκράτης
οὐ γὰρ οὖν.
Εὐθύφρων
ἀλλὰ σὲ ἄλλος;
Σωκράτης
πάνυ γε.
Εὐθύφρων
τίς οὗτος;
Σωκράτης
οὐδ᾽ αὐτὸς πάνυ τι γιγνώσκω, ὦ Εὐθύφρων, τὸν ἄνδρα, νέος γάρ τίς µοι φαίνεται καὶ ἀγνώς·
ὀνοµάζουσι µέντοι αὐτόν, ὡς ἐγᾦµαι, Μέλητον. ἔστι δὲ τῶν δήµων Πιτθεύς, εἴ τινα νῷ ἔχεις Πιτθέα
Μέλητον οἷον τετανότριχα καὶ οὐ πάνυ εὐγένειον, ἐπίγρυπον δέ.
Εὐθύφρων
οὐκ ἐννοῶ, ὦ Σώκρατες· ἀλλὰ δὴ τίνα γραφήν [2c] σε γέγραπται;
Σωκράτης
1
ἥντινα; οὐκ ἀγεννῆ, ἔµοιγε δοκεῖ· τὸ γὰρ νέον ὄντα τοσοῦτον πρᾶγµα ἐγνωκέναι οὐ φαῦλόν ἐστιν.
ἐκεῖνος γάρ, ὥς φησιν, οἶδε τίνα τρόπον οἱ νέοι διαφθείρονται καὶ τίνες οἱ διαφθείροντες αὐτούς. καὶ
κινδυνεύει σοφός τις εἶναι, καὶ τὴν ἐµὴν ἀµαθίαν κατιδὼν ὡς διαφθείροντος τοὺς ἡλικιώτας αὐτοῦ,
ἔρχεται κατηγορήσων µου ὥσπερ πρὸς µητέρα πρὸς τὴν πόλιν. καὶ φαίνεταί µοι τῶν πολιτικῶν [2d]
µόνος ἄρχεσθαι ὀρθῶς· ὀρθῶς γάρ ἐστι τῶν νέων πρῶτον ἐπιµεληθῆναι ὅπως ἔσονται ὅτι ἄριστοι,
ὥσπερ γεωργὸν ἀγαθὸν τῶν νέων φυτῶν εἰκὸς πρῶτον ἐπιµεληθῆναι, µετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων.
καὶ δὴ καὶ Μέλητος ἴσως πρῶτον [3a] µὲν ἡµᾶς ἐκκαθαίρει τοὺς τῶν νέων τὰς βλάστας διαφθείροντας,
ὥς φησιν· ἔπειτα µετὰ τοῦτο δῆλον ὅτι τῶν πρεσβυτέρων ἐπιµεληθεὶς πλείστων καὶ µεγίστων ἀγαθῶν
αἴτιος τῇ πόλει γενήσεται, ὥς γε τὸ εἰκὸς συµβῆναι ἐκ τοιαύτης ἀρχῆς ἀρξαµένῳ.
Εὐθύφρων
βουλοίµην ἄν, ὦ Σώκρατες, ἀλλ᾽ ὀρρωδῶ µὴ τοὐναντίον γένηται· ἀτεχνῶς γάρ µοι δοκεῖ ἀφ᾽ ἑστίας
ἄρχεσθαι κακουργεῖν τὴν πόλιν, ἐπιχειρῶν ἀδικεῖν σέ. καί µοι λέγε, τί καὶ ποιοῦντά σέ φησι
διαφθείρειν τοὺς νέους;
Σωκράτης
[3b] ἄτοπα, ὦ θαυµάσιε, ὡς οὕτω γ᾽ ἀκοῦσαι. φησὶ γάρ µε ποιητὴν εἶναι θεῶν, καὶ ὡς καινοὺς ποιοῦντα
θεοὺς τοὺς δ᾽ ἀρχαίους οὐ νοµίζοντα ἐγράψατο τούτων αὐτῶν ἕνεκα, ὥς φησιν.
Εὐθύφρων
µανθάνω, ὦ Σώκρατες· ὅτι δὴ σὺ τὸ δαιµόνιον φῂς σαυτῷ ἑκάστοτε γίγνεσθαι. ὡς οὖν καινοτοµοῦντός
σου περὶ τὰ θεῖα γέγραπται ταύτην τὴν γραφήν, καὶ ὡς διαβαλῶν δὴ ἔρχεται εἰς τὸ δικαστήριον, εἰδὼς
ὅτι εὐδιάβολα τὰ τοιαῦτα πρὸς τοὺς πολλούς. καὶ ἐµοῦ γάρ τοι, [3c] ὅταν τι λέγω ἐν τῇ ἐκκλησίᾳ περὶ
τῶν θείων, προλέγων αὐτοῖς τὰ µέλλοντα, καταγελῶσιν ὡς µαινοµένου· καίτοι οὐδὲν ὅτι οὐκ ἀληθὲς
εἴρηκα ὧν προεῖπον, ἀλλ᾽ ὅµως φθονοῦσιν ἡµῖν πᾶσι τοῖς τοιούτοις. ἀλλ᾽ οὐδὲν αὐτῶν χρὴ φροντίζειν,
ἀλλ᾽ ὁµόσε ἰέναι.
Σωκράτης
ὦ φίλε Εὐθύφρων, ἀλλὰ τὸ µὲν καταγελασθῆναι ἴσως οὐδὲν πρᾶγµα. Ἀθηναίοις γάρ τοι, ὡς ἐµοὶ δοκεῖ,
οὐ σφόδρα µέλει ἄν τινα δεινὸν οἴωνται εἶναι, µὴ µέντοι διδασκαλικὸν τῆς αὑτοῦ σοφίας· ὃν δ᾽ ἂν καὶ
ἄλλους οἴωνται [3d] ποιεῖν τοιούτους, θυµοῦνται, εἴτ᾽ οὖν φθόνῳ ὡς σὺ λέγεις, εἴτε δι᾽ ἄλλο τι.
Εὐθύφρων
τούτου οὖν πέρι ὅπως ποτὲ πρὸς ἐµὲ ἔχουσιν, οὐ πάνυ ἐπιθυµῶ πειραθῆναι.
Σωκράτης
ἴσως γὰρ σὺ µὲν δοκεῖς σπάνιον σεαυτὸν παρέχειν καὶ διδάσκειν οὐκ ἐθέλειν τὴν σεαυτοῦ σοφίαν· ἐγὼ
δὲ φοβοῦµαι µὴ ὑπὸ φιλανθρωπίας δοκῶ αὐτοῖς ὅτιπερ ἔχω ἐκκεχυµένως παντὶ ἀνδρὶ λέγειν, οὐ µόνον
ἄνευ µισθοῦ, ἀλλὰ καὶ προστιθεὶς ἂν ἡδέως εἴ τίς µου ἐθέλει ἀκούειν. εἰ µὲν οὖν, ὃ νυνδὴ ἔλεγον,
µέλλοιέν µου καταγελᾶν ὥσπερ [3e] σὺ φῂς σαυτοῦ, οὐδὲν ἂν εἴη ἀηδὲς παίζοντας καὶ γελῶντας ἐν τῷ
δικαστηρίῳ διαγαγεῖν· εἰ δὲ σπουδάσονται, τοῦτ᾽ ἤδη ὅπῃ ἀποβήσεται ἄδηλον πλὴν ὑµῖν τοῖς µάντεσιν.
Εὐθύφρων
ἀλλ᾽ ἴσως οὐδὲν ἔσται, ὦ Σώκρατες, πρᾶγµα, ἀλλὰ σύ τε κατὰ νοῦν ἀγωνιῇ τὴν δίκην, οἶµαι δὲ καὶ ἐµὲ
τὴν ἐµήν.
Σωκράτης
ἔστιν δὲ δὴ σοί, ὦ Εὐθύφρων, τίς ἡ δίκη; φεύγεις αὐτὴν ἢ διώκεις;
Εὐθύφρων
διώκω.
2
Σωκράτης
τίνα;
Εὐθύφρων
[4a] ὃν διώκων αὖ δοκῶ µαίνεσθαι.
Σωκράτης
τί δέ; πετόµενόν τινα διώκεις;
Εὐθύφρων
πολλοῦ γε δεῖ πέτεσθαι, ὅς γε τυγχάνει ὢν εὖ µάλα πρεσβύτης.
Σωκράτης
τίς οὗτος;
Εὐθύφρων
ὁ ἐµὸς πατήρ.
Σωκράτης
ὁ σός, ὦ βέλτιστε;
Εὐθύφρων
πάνυ µὲν οὖν.
Σωκράτης
ἔστιν δὲ τί τὸ ἔγκληµα καὶ τίνος ἡ δίκη;
Εὐθύφρων
φόνου, ὦ Σώκρατες.
Σωκράτης
Ἡράκλεις. ἦ που, ὦ Εὐθύφρων, ἀγνοεῖται ὑπὸ τῶν πολλῶν ὅπῃ ποτὲ ὀρθῶς ἔχει· οὐ γὰρ οἶµαί γε τοῦ
ἐπιτυχόντος [4b] [ὀρθῶς] αὐτὸ πρᾶξαι ἀλλὰ πόρρω που ἤδη σοφίας ἐλαύνοντος.
Εὐθύφρων
πόρρω µέντοι νὴ ∆ία, ὦ Σώκρατες.
Σωκράτης
ἔστιν δὲ δὴ τῶν οἰκείων τις ὁ τεθνεὼς ὑπὸ τοῦ σοῦ πατρός; ἢ δῆλα δή; οὐ γὰρ ἄν που ὑπέρ γε ἀλλοτρίου
ἐπεξῇσθα φόνου αὐτῷ.
Εὐθύφρων
γελοῖον, ὦ Σώκρατες, ὅτι οἴει τι διαφέρειν εἴτε ἀλλότριος εἴτε οἰκεῖος ὁ τεθνεώς, ἀλλ᾽ οὐ τοῦτο µόνον
δεῖν φυλάττειν, εἴτε ἐν δίκῃ ἔκτεινεν ὁ κτείνας εἴτε µή, καὶ εἰ µὲν ἐν δίκῃ, ἐᾶν, εἰ δὲ µή, ἐπεξιέναι,
ἐάνπερ ὁ κτείνας συνέστιός [4c] σοι καὶ ὁµοτράπεζος ᾖ· ἴσον γὰρ τὸ µίασµα γίγνεται ἐὰν συνῇς τῷ
τοιούτῳ συνειδὼς καὶ µὴ ἀφοσιοῖς σεαυτόν τε καὶ ἐκεῖνον τῇ δίκῃ ἐπεξιών. ἐπεὶ ὅ γε ἀποθανὼν
πελάτης τις ἦν ἐµός, καὶ ὡς ἐγεωργοῦµεν ἐν τῇ Νάξῳ, ἐθήτευεν ἐκεῖ παρ᾽ ἡµῖν. παροινήσας οὖν καὶ
ὀργισθεὶς τῶν οἰκετῶν τινι τῶν ἡµετέρων ἀποσφάττει αὐτόν. ὁ οὖν πατὴρ συνδήσας τοὺς πόδας καὶ τὰς
χεῖρας αὐτοῦ, καταβαλὼν εἰς τάφρον τινά, πέµπει δεῦρο ἄνδρα πευσόµενον τοῦ ἐξηγητοῦ ὅτι χρείη [4d]
ποιεῖν. ἐν δὲ τούτῳ τῷ χρόνῳ τοῦ δεδεµένου ὠλιγώρει τε καὶ ἠµέλει ὡς ἀνδροφόνου καὶ οὐδὲν ὂν
3
πρᾶγµα εἰ καὶ ἀποθάνοι, ὅπερ οὖν καὶ ἔπαθεν· ὑπὸ γὰρ λιµοῦ καὶ ῥίγους καὶ τῶν δεσµῶν ἀποθνῄσκει
πρὶν τὸν ἄγγελον παρὰ τοῦ ἐξηγητοῦ ἀφικέσθαι. ταῦτα δὴ οὖν καὶ ἀγανακτεῖ ὅ τε πατὴρ καὶ οἱ ἄλλοι
οἰκεῖοι, ὅτι ἐγὼ ὑπὲρ τοῦ ἀνδροφόνου τῷ πατρὶ φόνου ἐπεξέρχοµαι οὔτε ἀποκτείναντι, ὥς φασιν
ἐκεῖνοι, οὔτ᾽ εἰ ὅτι µάλιστα ἀπέκτεινεν, ἀνδροφόνου γε ὄντος τοῦ ἀποθανόντος, οὐ δεῖν φροντίζειν
ὑπὲρ τοῦ τοιούτου--ἀνόσιον [4e] γὰρ εἶναι τὸ ὑὸν πατρὶ φόνου ἐπεξιέναι--κακῶς εἰδότες, ὦ Σώκρατες, τὸ
θεῖον ὡς ἔχει τοῦ ὁσίου τε πέρι καὶ τοῦ ἀνοσίου.
Σωκράτης
σὺ δὲ δὴ πρὸς ∆ιός, ὦ Εὐθύφρων, οὑτωσὶ ἀκριβῶς οἴει ἐπίστασθαι περὶ τῶν θείων ὅπῃ ἔχει, καὶ τῶν
ὁσίων τε καὶ ἀνοσίων, ὥστε τούτων οὕτω πραχθέντων ὡς σὺ λέγεις, οὐ φοβῇ δικαζόµενος τῷ πατρὶ
ὅπως µὴ αὖ σὺ ἀνόσιον πρᾶγµα τυγχάνῃς πράττων;
Εὐθύφρων
οὐδὲν γὰρ ἄν µου ὄφελος εἴη, ὦ Σώκρατες, οὐδέ [5a] τῳ ἂν διαφέροι Εὐθύφρων τῶν πολλῶν ἀνθρώπων,
εἰ µὴ τὰ τοιαῦτα πάντα ἀκριβῶς εἰδείην.
Σωκράτης
ἆρ᾽ οὖν µοι, ὦ θαυµάσιε Εὐθύφρων, κράτιστόν ἐστι µαθητῇ σῷ γενέσθαι, καὶ πρὸ τῆς γραφῆς τῆς πρὸς
Μέλητον αὐτὰ ταῦτα προκαλεῖσθαι αὐτόν, λέγοντα ὅτι ἔγωγε καὶ ἐν τῷ ἔµπροσθεν χρόνῳ τὰ θεῖα περὶ
πολλοῦ ἐποιούµην εἰδέναι, καὶ νῦν ἐπειδή µε ἐκεῖνος αὐτοσχεδιάζοντά φησι καὶ καινοτοµοῦντα περὶ
τῶν θείων ἐξαµαρτάνειν, µαθητὴς δὴ γέγονα σός -- “καὶ εἰ µέν, ὦ Μέλητε”, φαίην ἄν, “Εὐθύφρονα
ὁµολογεῖς [5b] σοφὸν εἶναι τὰ τοιαῦτα, [καὶ] ὀρθῶς νοµίζειν καὶ ἐµὲ ἡγοῦ καὶ µὴ δικάζου· εἰ δὲ µή,
ἐκείνῳ τῷ διδασκάλῳ λάχε δίκην πρότερον ἢ ἐµοί, ὡς τοὺς πρεσβυτέρους διαφθείροντι ἐµέ τε καὶ τὸν
αὑτοῦ πατέρα, ἐµὲ µὲν διδάσκοντι, ἐκεῖνον δὲ νουθετοῦντί τε καὶ κολάζοντι” --καὶ ἂν µή µοι πείθηται
µηδὲ ἀφίῃ τῆς δίκης ἢ ἀντ᾽ ἐµοῦ γράφηται σέ, αὐτὰ ταῦτα λέγειν ἐν τῷ δικαστηρίῳ ἃ προυκαλούµην
αὐτόν;
Εὐθύφρων
ναὶ µὰ ∆ία, ὦ Σώκρατες, εἰ ἄρα ἐµὲ ἐπιχειρήσειε [5c] γράφεσθαι, εὕροιµ᾽ ἄν, ὡς οἶµαι, ὅπῃ σαθρός
ἐστιν, καὶ πολὺ ἂν ἡµῖν πρότερον περὶ ἐκείνου λόγος ἐγένετο ἐν τῷ δικαστηρίῳ ἢ περὶ ἐµοῦ.
Σωκράτης
καὶ ἐγώ τοι, ὦ φίλε ἑταῖρε, ταῦτα γιγνώσκων µαθητὴς ἐπιθυµῶ γενέσθαι σός, εἰδὼς ὅτι καὶ ἄλλος πού
τις καὶ ὁ Μέλητος οὗτος σὲ µὲν οὐδὲ δοκεῖ ὁρᾶν, ἐµὲ δὲ οὕτως ὀξέως [ἀτεχνῶς] καὶ ῥᾳδίως κατεῖδεν
ὥστε ἀσεβείας ἐγράψατο. νῦν οὖν πρὸς ∆ιὸς λέγε µοι ὃ νυνδὴ σαφῶς εἰδέναι διισχυρίζου, ποῖόν τι τὸ
εὐσεβὲς φῂς εἶναι καὶ τὸ ἀσεβὲς [5d] καὶ περὶ φόνου καὶ περὶ τῶν ἄλλων; ἢ οὐ ταὐτόν ἐστιν ἐν πάσῃ
πράξει τὸ ὅσιον αὐτὸ αὑτῷ, καὶ τὸ ἀνόσιον αὖ τοῦ µὲν ὁσίου παντὸς ἐναντίον, αὐτὸ δὲ αὑτῷ ὅµοιον καὶ
ἔχον µίαν τινὰ ἰδέαν κατὰ τὴν ἀνοσιότητα πᾶν ὅτιπερ ἂν µέλλῃ ἀνόσιον εἶναι;
Εὐθύφρων
πάντως δήπου, ὦ Σώκρατες.
Σωκράτης
λέγε δή, τί φῂς εἶναι τὸ ὅσιον καὶ τί τὸ ἀνόσιον;
Εὐθύφρων
λέγω τοίνυν ὅτι τὸ µὲν ὅσιόν ἐστιν ὅπερ ἐγὼ νῦν ποιῶ, τῷ ἀδικοῦντι ἢ περὶ φόνους ἢ περὶ ἱερῶν κλοπὰς
ἤ τι ἄλλο τῶν τοιούτων ἐξαµαρτάνοντι ἐπεξιέναι, ἐάντε πατὴρ [5e] ὢν τυγχάνῃ ἐάντε µήτηρ ἐάντε
ἄλλος ὁστισοῦν, τὸ δὲ µὴ ἐπεξιέναι ἀνόσιον· ἐπεί, ὦ Σώκρατες, θέασαι ὡς µέγα σοι ἐρῶ τεκµήριον τοῦ
νόµου ὅτι οὕτως ἔχει--ὃ καὶ ἄλλοις ἤδη εἶπον, ὅτι ταῦτα ὀρθῶς ἂν εἴη οὕτω γιγνόµενα--µὴ ἐπιτρέπειν
τῷ ἀσεβοῦντι µηδ᾽ ἂν ὁστισοῦν τυγχάνῃ ὤν. αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νοµίζοντες τὸν ∆ία
4
τῶν θεῶν ἄριστον καὶ δικαιότατον, [6a] καὶ τοῦτον ὁµολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι ὅτι τοὺς ὑεῖς
κατέπινεν οὐκ ἐν δίκῃ, κἀκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεµεῖν δι᾽ ἕτερα τοιαῦτα· ἐµοὶ δὲ
χαλεπαίνουσιν ὅτι τῷ πατρὶ ἐπεξέρχοµαι ἀδικοῦντι, καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε
τῶν θεῶν καὶ περὶ ἐµοῦ.
Σωκράτης
ἆρά γε, ὦ Εὐθύφρων, τοῦτ᾽ ἔστιν [οὗ] οὕνεκα τὴν γραφὴν φεύγω, ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ τῶν
θεῶν λέγῃ, δυσχερῶς πως ἀποδέχοµαι; διὸ δή, ὡς ἔοικε, φήσει τίς µε ἐξαµαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ
ταῦτα συνδοκεῖ τῷ [6b] εὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δή, ὡς ἔοικε, καὶ ἡµῖν συγχωρεῖν. τί γὰρ καὶ
φήσοµεν, οἵ γε καὶ αὐτοὶ ὁµολογοῦµεν περὶ αὐτῶν µηδὲν εἰδέναι; ἀλλά µοι εἰπὲ πρὸς Φιλίου, σὺ ὡς
ἀληθῶς ἡγῇ ταῦτα οὕτως γεγονέναι;
Εὐθύφρων
καὶ ἔτι γε τούτων θαυµασιώτερα, ὦ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασιν.
Σωκράτης
καὶ πόλεµον ἆρα ἡγῇ σὺ εἶναι τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς καὶ µάχας καὶ
ἄλλα τοιαῦτα πολλά, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν, καὶ ὑπὸ τῶν [6c] ἀγαθῶν γραφέων τά τε ἄλλα
ἱερὰ ἡµῖν καταπεποίκιλται, καὶ δὴ καὶ τοῖς µεγάλοις Παναθηναίοις ὁ πέπλος µεστὸς τῶν τοιούτων
ποικιλµάτων ἀνάγεται εἰς τὴν ἀκρόπολιν; ταῦτα ἀληθῆ φῶµεν εἶναι, ὦ Εὐθύφρων;
Εὐθύφρων
µὴ µόνον γε, ὦ Σώκρατες, ἀλλ᾽ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλά, ἐάνπερ βούλῃ, περὶ τῶν
θείων διηγήσοµαι, ἃ σὺ ἀκούων εὖ οἶδ᾽ ὅτι ἐκπλαγήσῃ.
Σωκράτης
οὐκ ἂν θαυµάζοιµι. ἀλλὰ ταῦτα µέν µοι εἰς αὖθις ἐπὶ σχολῆς διηγήσῃ· νυνὶ δὲ ὅπερ ἄρτι σε ἠρόµην
πειρῶ [6d] σαφέστερον εἰπεῖν. οὐ γάρ µε, ὦ ἑταῖρε, τὸ πρότερον ἱκανῶς ἐδίδαξας ἐρωτήσαντα τὸ ὅσιον
ὅτι ποτ᾽ εἴη, ἀλλά µοι εἶπες ὅτι τοῦτο τυγχάνει ὅσιον ὂν ὃ σὺ νῦν ποιεῖς, φόνου ἐπεξιὼν τῷ πατρί.
Εὐθύφρων
καὶ ἀληθῆ γε ἔλεγον, ὦ Σώκρατες.
Σωκράτης
ἴσως. ἀλλὰ γάρ, ὦ Εὐθύφρων, καὶ ἄλλα πολλὰ φῂς εἶναι ὅσια.
Εὐθύφρων
καὶ γὰρ ἔστιν.
Σωκράτης
µέµνησαι οὖν ὅτι οὐ τοῦτό σοι διεκελευόµην, ἕν τι ἢ δύο µε διδάξαι τῶν πολλῶν ὁσίων, ἀλλ᾽ ἐκεῖνο
αὐτὸ τὸ εἶδος ᾧ πάντα τὰ ὅσια ὅσιά ἐστιν; ἔφησθα γάρ που µιᾷ ἰδέᾳ [6e] τά τε ἀνόσια ἀνόσια εἶναι καὶ
τὰ ὅσια ὅσια· ἢ οὐ µνηµονεύεις;
Εὐθύφρων
ἔγωγε.
Σωκράτης
ταύτην τοίνυν µε αὐτὴν δίδαξον τὴν ἰδέαν τίς ποτέ ἐστιν, ἵνα εἰς ἐκείνην ἀποβλέπων καὶ χρώµενος
αὐτῇ παραδείγµατι, ὃ µὲν ἂν τοιοῦτον ᾖ ὧν ἂν ἢ σὺ ἢ ἄλλος τις πράττῃ φῶ ὅσιον εἶναι, ὃ δ᾽ ἂν µὴ
τοιοῦτον, µὴ φῶ.
5
Zgłoś jeśli naruszono regulamin