Homeri - Odysseia - greek text indexed.pdf

(1985 KB) Pobierz
Microsoft Word - Document2
Homeri Odyssea
indexed
Ed. von der Mühll, P.
Basel: Helbing & Lichtenhahn, 1962.
Book 1, line 1
Ἄνδρα µοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς µάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·
πολλῶν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ' ὅ γ' ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυµόν,
ἀρνύµενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
ἀλλ' οὐδ' ὧς ἑτάρους ἐρρύσατο, ἱέµενός περ·
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιµον ἦµαρ.
τῶν ἁµόθεν γε, θεά, θύγατερ ∆ιός, εἰπὲ καὶ ἡµῖν.
Book 1, line 11
ἔνθ' ἄλλοι µὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεµόν τε πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ' οἶον, νόστου κεχρηµένον ἠδὲ γυναικός,
νύµφη πότνι' ἔρυκε Καλυψώ, δῖα θεάων,
ἐν σπέεσι γλαφυροῖσι, λιλαιοµένη πόσιν εἶναι.
ἀλλ' ὅτε δὴ ἔτος ἦλθε περιπλοµένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ' ἔνθα πεφυγµένος ἦεν ἀέθλων
καὶ µετὰ οἷσι φίλοισι· θεοὶ δ' ἐλέαιρον ἅπαντες
νόσφι Ποσειδάωνος· ὁ δ' ἀσπερχὲς µενέαινεν
Book 1, line 21
ἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.
ἀλλ' ὁ µὲν Αἰθίοπας µετεκίαθε τηλόθ' ἐόντας,
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
οἱ µὲν δυσοµένου Ὑπερίονος, οἱ δ' ἀνιόντος,
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόµβης.
ἔνθ' ὅ γε τέρπετο δαιτὶ παρήµενος· οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ µεγάροισιν Ὀλυµπίου ἁθρόοι ἦσαν.
τοῖσι δὲ µύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
µνήσατο γὰρ κατὰ θυµὸν ἀµύµονος Αἰγίσθοιο,
τόν ῥ' Ἀγαµεµνονίδης τηλεκλυτὸς ἔκταν' Ὀρέστης·
Book 1, line 31
τοῦ ὅ γ' ἐπιµνησθεὶς ἔπε' ἀθανάτοισι µετηύδα·
”ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.
ἐξ ἡµέων γάρ φασι κάκ' ἔµµεναι· οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ µόρον ἄλγε' ἔχουσιν,
ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ µόρον Ἀτρεΐδαο
γῆµ' ἄλοχον µνηστήν, τὸν δ' ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴποµεν ἡµεῖς,
Ἑρµείαν πέµψαντες, ἐΰσκοπον Ἀργεϊφόντην,
µήτ' αὐτὸν κτείνειν µήτε µνάασθαι ἄκοιτιν·
ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
Book 1, line 41
ὁππότ' ἂν ἡβήσῃ τε καὶ ἧς ἱµείρεται αἴης.
ὣς ἔφαθ' Ἑρµείας, ἀλλ' οὐ φρένας Αἰγίσθοιο
πεῖθ' ἀγαθὰ φρονέων· νῦν δ' ἁθρόα πάντ' ἀπέτεισε.”
τὸν δ' ἠµείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
“ὦ πάτερ ἡµέτερε Κρονίδη, ὕπατε κρειόντων,
καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ,
ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.
ἀλλά µοι ἀµφ' Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ,
δυσµόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήµατα πάσχει
νήσῳ ἐν ἀµφιρύτῃ, ὅθι τ' ὀµφαλός ἐστι θαλάσσης,
Book 1, line 51
νῆσος δενδρήεσσα, θεὰ δ' ἐν δώµατα ναίει,
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
µακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀµφὶς ἔχουσι.
τοῦ θυγάτηρ δύστηνον ὀδυρόµενον κατερύκει,
αἰεὶ δὲ µαλακοῖσι καὶ αἱµυλίοισι λόγοισι
θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
ἱέµενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
ἧς γαίης, θανέειν ἱµείρεται. οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ, Ὀλύµπιε; οὔ νύ τ' Ὀδυσσεὺς
Book 1, line 61
Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;”
τὴν δ' ἀπαµειβόµενος προσέφη νεφεληγερέτα Ζεύς·
“τέκνον ἐµόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίµην,
ὃς περὶ µὲν νόον ἐστὶ βροτῶν, περὶ δ' ἱρὰ θεοῖσιν
ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰὲν
Κύκλωπος κεχόλωται, ὃν ὀφθαλµοῦ ἀλάωσεν,
ἀντίθεον Πολύφηµον, ὅου κράτος ἐστὶ µέγιστον
Book 1, line 71
πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ µιν τέκε νύµφη,
Φόρκυνος θυγάτηρ, ἁλὸς ἀτρυγέτοιο µέδοντος,
ἐν σπέεσι γλαφυροῖσι Ποσειδάωνι µιγεῖσα.
ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
οὔ τι κατακτείνει, πλάζει δ' ἀπὸ πατρίδος αἴης.
ἀλλ' ἄγεθ' ἡµεῖς οἵδε περιφραζώµεθα πάντες
νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ µεθήσει
ὃν χόλον· οὐ µὲν γάρ τι δυνήσεται ἀντία πάντων
ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέµεν οἶος.”
τὸν δ' ἠµείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
Book 1, line 81
“ὦ πάτερ ἡµέτερε Κρονίδη, ὕπατε κρειόντων,
εἰ µὲν δὴ νῦν τοῦτο φίλον µακάρεσσι θεοῖσι,
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόµονδε,
Ἑρµείαν µὲν ἔπειτα, διάκτορον Ἀργεϊφόντην,
νῆσον ἐς Ὠγυγίην ὀτρύνοµεν, ὄφρα τάχιστα
νύµφῃ ἐϋπλοκάµῳ εἴπῃ νηµερτέα βουλήν,
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται.
αὐτὰρ ἐγὼν Ἰθάκηνδε ἐλεύσοµαι, ὄφρα οἱ υἱὸν
µᾶλλον ἐποτρύνω καί οἱ µένος ἐν φρεσὶ θείω,
εἰς ἀγορὴν καλέσαντα κάρη κοµόωντας Ἀχαιοὺς
Book 1, line 91
πᾶσι µνηστήρεσσιν ἀπειπέµεν, οἵ τέ οἱ αἰεὶ
µῆλ' ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
πέµψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠµαθόεντα
νόστον πευσόµενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
ἠδ' ἵνα µιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.”
ὣς εἰποῦσ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀµβρόσια χρύσεια, τά µιν φέρον ἠµὲν ἐφ' ὑγρὴν
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅµα πνοιῇσ' ἀνέµοιο.
εἵλετο δ' ἄλκιµον ἔγχος, ἀκαχµένον ὀξέϊ χαλκῷ,
βριθὺ µέγα στιβαρόν, τῷ δάµνησι στίχας ἀνδρῶν
Book 1, line 101
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριµοπάτρη,
βῆ δὲ κατ' Οὐλύµποιο καρήνων ἀΐξασα,
στῆ δ' Ἰθάκης ἐνὶ δήµῳ ἐπὶ προθύροισ' Ὀδυσῆος,
οὐδοῦ ἐπ' αὐλείου· παλάµῃ δ' ἔχε χάλκεον ἔγχος,
εἰδοµένη ξείνῳ, Ταφίων ἡγήτορι, Μέντῃ.
εὗρε δ' ἄρα µνηστῆρας ἀγήνορας· οἱ µὲν ἔπειτα
πεσσοῖσι προπάροιθε θυράων θυµὸν ἔτερπον,
ἥµενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί.
κήρυκες δ' αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
οἱ µὲν ἄρ' οἶνον ἔµισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
Book 1, line 111
οἱ δ' αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέµαχος θεοειδής·
ἧστο γὰρ ἐν µνηστῆρσι φίλον τετιηµένος ἦτορ,
ὀσσόµενος πατέρ' ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
µνηστήρων τῶν µὲν σκέδασιν κατὰ δώµατα θείη,
τιµὴν δ' αὐτὸς ἔχοι καὶ κτήµασιν οἷσιν ἀνάσσοι.
τὰ φρονέων µνηστῆρσι µεθήµενος εἴσιδ' Ἀθήνην,
βῆ δ' ἰθὺς προθύροιο, νεµεσσήθη δ' ἐνὶ θυµῷ
Book 1, line 120
ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάµεν· ἐγγύθι δὲ στὰς
χεῖρ' ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
καί µιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
”χαῖρε, ξεῖνε, παρ' ἄµµι φιλήσεαι· αὐτὰρ ἔπειτα
δείπνου πασσάµενος µυθήσεαι ὅττεό σε χρή.”
ὣς εἰπὼν ἡγεῖθ', ἡ δ' ἕσπετο Παλλὰς Ἀθήνη.
οἱ δ' ὅτε δή ῥ' ἔντοσθεν ἔσαν δόµου ὑψηλοῖο,
ἔγχος µέν ῥ' ἔστησε φέρων πρὸς κίονα µακρὴν
δουροδόκης ἔντοσθεν ἐϋξόου, ἔνθα περ ἄλλα
ἔγχε' Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
Book 1, line 130
αὐτὴν δ' ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
πὰρ δ' αὐτὸς κλισµὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
µνηστήρων, µὴ ξεῖνος ἀνιηθεὶς ὀρυµαγδῷ
δείπνῳ ἀηδήσειεν, ὑπερφιάλοισι µετελθών,
ἠδ' ἵνα µιν περὶ πατρὸς ἀποιχοµένοιο ἔροιτο.
χέρνιβα δ' ἀµφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ' αἰδοίη ταµίη παρέθηκε φέρουσα,
Book 1, line 140
εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζοµένη παρεόντων·
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα,
κῆρυξ δ' αὐτοῖσιν θάµ' ἐπῴχετο οἰνοχοεύων.
ἐς δ' ἦλθον µνηστῆρες ἀγήνορες· οἱ µὲν ἔπειτα
ἑξείης ἕζοντο κατὰ κλισµούς τε θρόνους τε.
τοῖσι δὲ κήρυκες µὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
σῖτον δὲ δµῳαὶ παρενήεον ἐν κανέοισι,
[κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.]
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖµα προκείµενα χεῖρας ἴαλλον.
Book 1, line 150
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
µνηστῆρες, τοῖσιν µὲν ἐνὶ φρεσὶν ἄλλα µεµήλει,
µολπή τ' ὀρχηστύς τε· τὰ γάρ τ' ἀναθήµατα δαιτός.
κῆρυξ δ' ἐν χερσὶν κίθαριν περικαλλέα θῆκε
Φηµίῳ, ὅς ῥ' ἤειδε παρὰ µνηστῆρσιν ἀνάγκῃ.
ἦ τοι ὁ φορµίζων ἀνεβάλλετο καλὸν ἀείδειν,
αὐτὰρ Τηλέµαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
ἄγχι σχὼν κεφαλήν, ἵνα µὴ πευθοίαθ' οἱ ἄλλοι·
”ξεῖνε φίλ', ἦ καί µοι νεµεσήσεαι ὅττι κεν εἴπω;
τούτοισιν µὲν ταῦτα µέλει, κίθαρις καὶ ἀοιδή,
Book 1, line 160
ῥεῖ', ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
ἀνέρος, οὗ δή που λεύκ' ὀστέα πύθεται ὄµβρῳ
κείµεν' ἐπ' ἠπείρου, ἢ εἰν ἁλὶ κῦµα κυλίνδει.
εἰ κεῖνόν γ' Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
πάντες κ' ἀρησαίατ' ἐλαφρότεροι πόδας εἶναι
ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
νῦν δ' ὁ µὲν ὣς ἀπόλωλε κακὸν µόρον, οὐδέ τις ἥµιν
θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
φῇσιν ἐλεύσεσθαι· τοῦ δ' ὤλετο νόστιµον ἦµαρ.
ἀλλ' ἄγε µοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
Book 1, line 170
τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
ὁπποίης τ' ἐπὶ νηὸς ἀφίκεο; πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔµµεναι εὐχετόωντο;
οὐ µὲν γάρ τί σε πεζὸν ὀΐοµαι ἐνθάδ' ἱκέσθαι.
καί µοι τοῦτ' ἀγόρευσον ἐτήτυµον, ὄφρ' ἐῢ εἰδῶ,
ἠὲ νέον µεθέπεις, ἦ καὶ πατρώϊός ἐσσι
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡµέτερον δῶ
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.”
τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
“τοιγὰρ ἐγώ τοι ταῦτα µάλ' ἀτρεκέως ἀγορεύσω.
Book 1, line 180
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχοµαι εἶναι
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτµοισιν ἀνάσσω.
νῦν δ' ὧδε ξὺν νηῒ κατήλυθον ἠδ' ἑτάροισι,
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ' ἀλλοθρόους ἀνθρώπους,
Zgłoś jeśli naruszono regulamin